Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.158 Joseph. AJ 16.163 (English) >>Joseph. AJ 16.168

16.161πάσχοντες δὲ κακῶς καὶ πέρας οὐδὲν εὑρίσκοντες τῆς τῶν Ἑλλήνων ἀπανθρωπίας ἐπρεσβεύσαντο παρὰ Καίσαρα καὶ περὶ τούτων. δʼ αὐτοῖς τὴν αὐτὴν ἰσοτέλειαν ἔδωκεν γράψας τοῖς κατὰ τὰς ἐπαρχίας, ὧν ὑπετάξαμεν τὰ ἀντίγραφα μαρτύρια τῆς διαθέσεως, ἣν ἔσχον ὑπὲρ ἡμῶν ἄνωθεν οἱ κρατοῦντες. 16.162

Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας λέγει. ἐπειδὴ τὸ ἔθνος τὸ τῶν Ἰουδαίων εὐχάριστον εὑρέθη οὐ μόνον ἐν τῷ ἐνεστῶτι καιρῷ ἀλλὰ καὶ ἐν τῷ προγεγενημένῳ καὶ μάλιστα ἐπὶ τοῦ ἐμοῦ πατρὸς αὐτοκράτορος Καίσαρος πρὸς τὸν δῆμον τὸν Ῥωμαίων τε ἀρχιερεὺς αὐτῶν Ὑρκανός, 16.163ἔδοξέ μοι καὶ τῷ ἐμῷ συμβουλίῳ μετὰ ὁρκωμοσίας γνώμῃ δήμου Ῥωμαίων τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἰδίοις θεσμοῖς κατὰ τὸν πάτριον αὐτῶν νόμον, καθὼς ἐχρῶντο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως θεοῦ ὑψίστου, τά τε ἱερὰ εἶναι ἐν ἀσυλίᾳ καὶ ἀναπέμπεσθαι εἰς Ἱεροσόλυμα καὶ ἀποδίδοσθαι τοῖς ἀποδοχεῦσιν Ἱεροσολύμων, ἐγγύας τε μὴ ὁμολογεῖν αὐτοὺς ἐν σάββασιν τῇ πρὸ αὐτῆς παρασκευῇ ἀπὸ ὥρας ἐνάτης. 16.164ἐὰν δέ τις φωραθῇ κλέπτων τὰς ἱερὰς βίβλους αὐτῶν τὰ ἱερὰ χρήματα ἔκ τε σαββατείου ἔκ τε ἀνδρῶνος, εἶναι αὐτὸν ἱερόσυλον καὶ τὸν βίον αὐτοῦ ἐνεχθῆναι εἰς τὸ δημόσιον τῶν Ῥωμαίων. 16.165τό τε ψήφισμα τὸ δοθέν μοι ὑπʼ αὐτῶν ὑπὲρ τῆς ἐμῆς εὐσεβείας ἧς ἔχω πρὸς πάντας ἀνθρώπους καὶ ὑπὲρ Γαΐου Μαρκίου Κηνσωρίνου καὶ τοῦτο τὸ διάταγμα κελεύω ἀνατεθῆναι ἐν ἐπισημοτάτῳ τόπῳ τῷ γενηθέντι μοι ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας ἐν Ἀγκύρῃ. ἐὰν δέ τις παραβῇ τι τῶν προειρημένων, δώσει δίκην οὐ μετρίαν. ἐστηλογραφήθη ἐν τῷ Καίσαρος ναῷ.”



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.158 Joseph. AJ 16.163 (English) >>Joseph. AJ 16.168

Powered by PhiloLogic